Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 20.115 Dem. 20.118 (English) >>Dem. 20.121

20.117οὐ γὰρ οἱ μὴ δόντες μὴ ʼδόκει δεινόν εἰσιν οὐδὲν εἰργασμένοι, ἀλλʼ οἱ δόντες μέν, πάλιν δʼ ὕστερον μηδὲν ἐγκαλοῦντες ἀφαιρούμενοι. εἰ μὲν γάρ τις ἔχει δεῖξαι κἀκείνους ὧν ἔδοσάν τῴ τι, τοῦτʼ ἀφῃρημένους, συγχωρῶ καὶ ὑμᾶς ταὐτὸ τοῦτο ποιῆσαι, καίτοι τοῦτό γʼ αἰσχρὸν ὁμοίως· εἰ δὲ μηδʼ ἂν εἷς ἐν ἅπαντι τῷ χρόνῳ τοῦτʼ ἔχοι δεῖξαι γεγονός, τίνος εἵνεκʼ ἐφʼ ἡμῶν πρώτων καταδειχθῇ τοιοῦτον ἔργον;

20.118χρὴ τοίνυν, ἄνδρες Ἀθηναῖοι, κἀκεῖνʼ ἐνθυμεῖσθαι καὶ ὁρᾶν, ὅτι νῦν ὀμωμοκότες κατὰ τοὺς νόμους δικάσειν ἥκετε, οὐχὶ τοὺς Λακεδαιμονίων οὐδὲ Θηβαίων, οὐδʼ οἷς ποτʼ ἐχρήσανθʼ οἱ πρῶτοι τῶν προγόνων, ἀλλὰ καθʼ οὓς ἔλαβον τὰς ἀτελείας οὓς ἀφαιρεῖται νῦν οὗτος τῷ νόμῳ, καὶ περὶ ὧν ἂν νόμοι μὴ ὦσι, γνώμῃ τῇ δικαιοτάτῃ κρινεῖν. καλῶς. τὸ τοίνυν τῆς γνώμης πρὸς ἅπαντʼ ἀνενέγκατε τὸν νόμον. 20.119ἆρʼ οὖν δίκαιον, ἄνδρες Ἀθηναῖοι, τοὺς εὐεργέτας τιμᾶν; δίκαιον. τί δέ; ὅσʼ ἂν δῷ τις ἅπαξ, δίκαιον ἔχειν ἐᾶν; δίκαιον. ταῦτα τοίνυν αὐτοί τε ποιεῖτε, ἵνʼ εὐορκῆτε, καὶ τοὺς προγόνους ὀργίζεσθʼ ἂν μή τις φῇ ποιεῖν, καὶ τοὺς τὰ τοιαῦτα λέγοντας παραδείγματα, ὡς ἄρʼ ἐκεῖνοι μεγάλʼ εὖ παθόντες οὐδένʼ ἐτίμησαν, καὶ πονηροὺς καὶ ἀπαιδεύτους ἡγεῖσθʼ εἶναι, πονηροὺς μὲν διότι καταψεύδονται τῶν προγόνων ὑμῶν ὡς ἀχαρίστων, ἀμαθεῖς δὲ διότι ἐκεῖνʼ ἀγνοοῦσιν, ὅτι εἰ τὰ μάλιστα ταῦθʼ οὕτως εἶχεν, ἀρνεῖσθαι μᾶλλον λέγειν αὐτοῖς προσῆκεν.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 20.115 Dem. 20.118 (English) >>Dem. 20.121

Powered by PhiloLogic